Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.217 Joseph. AJ 3.222 (English) >>Joseph. AJ 3.226

3.220οἵ τε γὰρ φύλαρχοι κατὰ δύο συνελθόντες ἅμαξαν καὶ δύο βόας προσκομίζουσιν· ἓξ μὲν οὖν ἦσαν αὗται καὶ τὴν σκηνὴν ἐν ταῖς ὁδοιπορίαις παρεκόμιζον. πρὸς τούτοις ἕκαστος φιάλην τε κομίζει καὶ τρύβλιον καὶ θυΐσκην, τὴν μὲν δαρεικοὺς δέκα δυναμένην καὶ πλήρη θυμιαμάτων· 3.221τὸ δὲ τρύβλιον καὶ φιάλη, ἀργυρᾶ δὲ ἦν, σίκλους μὲν αἱ δύο διακοσίους εἷλκον, εἰς δὲ τὴν φιάλην ἑβδομήκοντα μόνοι δεδαπάνηντο, πλήρεις δὲ ἦσαν ἀλεύρων ἐλαίῳ πεφυραμένων, οἷς ἐπὶ τῷ βωμῷ χρῶνται πρὸς τὰς ἱερουργίας· μόσχον τε καὶ κριὸν σὺν ἀρνίῳ ἐτείῳ ὁλομελῆ καυθησόμενα καὶ σὺν αὐτοῖς χίμαρον ἐπὶ παραιτήσει ἁμαρτημάτων. 3.222προσῆγε δὲ τῶν ἀρχόντων ἕκαστος καὶ ἑτέρας θυσίας σωτηρίους λεγομένας καθʼ ἑκάστην ἡμέραν δύο βόας καὶ πέντε κριοὺς σὺν ἀρνάσιν ἐτείοις καὶ ἐρίφοις. οὗτοι μὲν δὴ θύουσιν ἐπὶ ἡμέρας δώδεκα κατὰ πᾶσαν ἡμέραν εἷς· Μωυσῆς δὲ οὐκέτʼ ἀναβαίνων ἐπὶ τὸ Σιναῖον ἀλλʼ εἰς τὴν σκηνὴν εἰσιὼν ἀνεμάνθανε παρὰ θεοῦ περί τε τῶν πρακτέων καὶ τῶν νόμων τῆς συντάξεως· 3.223οὓς κρείττονας κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτʼ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτʼ ἐν πολέμῳ κατʼ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. ἀλλὰ περὶ μὲν τούτων παύομαι λέγων γραφὴν ἑτέραν ἠξιωκὼς συνθεῖναι περὶ τῶν νόμων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.217 Joseph. AJ 3.222 (English) >>Joseph. AJ 3.226

Powered by PhiloLogic